Ancient Greek · ~4 min
6.39 to 6.42
Aristotle, Magna Moralia 6.39-42
Not analysed yet
πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος. ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)· ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλʼ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος ὁ φαῦλος)· ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ ἀκόλαστος. τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύσις οὐδενὶ ἐκκρούεται.