Ancient Greek · ~2 min
Β, Chapter 6
Aristotle, Magna Moralia 6.5
Not analysed yet
ἀλλʼ ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα δέ; ἀλλʼ εἰ δόξαν ἔχει ὁ ἀκρατής, οὐκ ἂν εἴη ψεκτ̣?ς. εἰ γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάξων, συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδον καὶ πρᾶξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν, ἀλλὰ δοξάζοντα· οἷς δὲ γε συγγνώμην ἔχομεν, τούτους οὐ ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὑν ἔσται ψεκτός.