Ancient Greek · ~2 min
Β, Chapter 8
Aristotle, Magna Moralia 8.2
Not analysed yet
πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.