Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 9
Aristotle, Magna Moralia 9.11
Not analysed yet
—ἔλεγον δὲ καὶ τοιαύτην τινὰ παραβολὴν, βουλόμενοι δεικνύναι ὅτι οὐχ ἑκούσιον. διὰ τί γάρ, φασίν, ὅταν νοσῶμεν ἢ αἰσχροὶ ὦμεν, οὐδεὶς ψέγει τοὺς τοιούτους; τὸ δ᾿ οὐκ ἀληθές· ψέγομεν γὰρ καὶ τοὺς τοιούτους, ὅταν αὐτοὺς οἰηθῶμεν αἰτίους εἶναι τοῦ νοσεῖν ἢ τοῦ κακῶς ἔχειν τὸ σῶμα, ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον. ἔοικεν οὖν ἐν τῷ κατ᾿ ἀρετὴν καὶ κακίαν εἶναι τὸ ἑκούσιον.