Ancient Greek
Section 12
Aristotle, Res Publica Atheniensium 12.1
Not analysed yet
ταῦτα δʼ ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τʼ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε· δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτʼ ἀφελὼν οὔτʼ ἐπορεξάμενος· οἳ δʼ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. ἔστην δʼ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, νικᾶν δʼ οὐκ εἴασʼ οὐδετέρους ἀδίκως.