Ancient Greek · ~2 min
Section 12
Aristotle, Res Publica Atheniensium 12.5
Not analysed yet
καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ νῦν ἔχουσιν οὔποτʼ ὀφθαλμοῖσιν ἂν εὕδοντες εἶδον. ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες, αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο. εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. . ι ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ. ι ὅρος κατέστην.