Ancient Greek
Section 19
Aristotle, Res Publica Atheniensium 19.3
Not analysed yet
οἱ φυγάδες ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὐτοὶ μὲν διʼ αὑτῶν οὐκ ἐδύναντο ποιήσασθαι τὴν κάθοδον, ἀλλʼ αἰεὶ προσέπταιον. ι ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο, καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σκολιοῖς αἰεί· αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότʼ ἔδειξαν οἵων πατέρων ἔσαν.