# Res Publica Atheniensium 37.1

Aristotle, Res Publica Atheniensium, Section 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/res-publica-atheniensium/37.1

ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε τὸν τρόπον· νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες ι ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα, τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δʼ ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας, ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες, ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες ἢ τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων, ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτόν, καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.

---

Aristotle, Res Publica Atheniensium, ed. Frederic G Kenyon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg003.local003/.
