Ancient Greek
Section 41
Aristotle, Res Publica Atheniensium 41.1
Not analysed yet
ταῦτα μὲν οὖν ἐν τοῖς ὕστερον συνέβη γενέσθαι καιροῖς, τότε δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων, ἐνεστήσατο τὴν νῦν οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν πολιτείαν, διὰ τὸ ποιήσασθαι τὴν κάθοδον διʼ αὑτοῦ τὸν δῆμον.