Ancient Greek
Section 49
Aristotle, Res Publica Atheniensium 49.1
Not analysed yet
δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλὸν ἵππον ἔχων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ· τοῖς δὲ μὴ δυναμένοις ἀκολουθεῖν, ἢ μὴ θέλουσι μένειν ἀλλʼ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθον ἐπιβάλλει, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστι. δοκιμάζει δὲ καὶ τοὺς προδρόμους, οἵτινες ἂν αὐτῇ δοκῷσιν ἐπιτήδειοι προδρομεύειν εἶναι, κἄν τινʼ ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τινʼ ἀποχειροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος.