Ancient Greek · ~1 min
Section 50
Aristotle, Res Publica Atheniensium 50.1
Not analysed yet
τὰ μὲν οὖν ὑπὸ τῆς βουλῆς διοικούμενα ταῦτʼ ἐστίν. κληροῦνται δὲ καὶ ἱερῶν ἐπισκευασταὶ δέκα ἄνδρες, οἳ λαμβάνοντες τριάκοντα μνᾶς παρὰ τῶν ἀποδεκτῶν ἐπισκευάζουσιν τὰ μάλιστα δεόμενα τῶν ἱερῶν·