Ancient Greek
52.2 to 52.3
Aristotle, Res Publica Atheniensium 52.2-3
Not analysed yet
κληροῦσι δὲ καὶ εἰσαγωγέας ε ἄνδρας, οἳ τὰς ἐμμήνους εἰσάγουσι δίκας, δυοῖν φυλαῖν ἕκαστος. εἰσὶ δʼ ἔμμηνοι προικός, ἐάν τις ὀφείλων μὴ ἀποδῷ, κἄν τις ἐπὶ δραχμῇ δανεισάμενος ἀποστερῇ, κἄν τις ἐν ἀγορᾷ βουλόμενος ἐγράζεσθαι δανείσηται παρά τινος ἀφορμήν· ἔτι δʼ αἰκείας καὶ ἐρανικὰς καὶ κοινωνικὰς καὶ ἀνδραπόδων καὶ ὑποζυγίων καὶ τριηραρχικὰς καὶ τραπεζιτικάς. οὗτοι μὲν οὖν ταύτας δικάζουσιν ἐμμήνους εἰσάγοντες, οἱ δʼ ἀποδέκται τοῖς τελώναις καὶ κατὰ τῶν τελωνῶν, τὰ μὲν μέχρι δέκα δραχμῶν ὄντες κύριοι, τὰ δʼ ἄλλʼ εἰς τὸ δικαστήριον εἰσάγοντες ἔμμηνα.