Ancient Greek · ~2 min
Section 56
Aristotle, Res Publica Atheniensium 56.6
Not analysed yet
γραφαὶ δὲ καὶ δίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, γονέων κακώσεως ʽαὗται δʼ εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ διώκειν̓, ὀρφανῶν κακώσεως ʽαὗται δʼ εἰσὶ κατὰ τῶν ἐπιτρόπων̓, ἐπικλήρου κακώσεως ʽαὗται δʼ εἰσὶ κατὰ τῶν ἐπιτρόπων καὶ τῶν συνοικούντων̓, οἴκου ὀρφανικοῦ κακώσεως ʽεἰσὶ δὲ καὶ αὗται κατὰ τῶν ἐπιτρόπων̓, παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ ὑπάρχοντα ἀπολλύναι, εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι, εἰς ἐπιτροπῆς κατάστασιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς ἐμφανῶν κατάστασιν, ἐπίτροπον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι.