Ancient Greek · ~2 min
Section 68
Aristotle, Res Publica Atheniensium 68.2
Not analysed yet
ψῆφοι δέ εἰσιν χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις· οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας ἀμφοτέρας λαμβάνωσιν. ὁ δὲ ταύτην τὴν ἀρχὴν ε̣ἰ̣ληχὼς ἀπολαμβάνει τὰ σύμβολα, ἀνθʼ ὧν εἷς ἕκαστος ψηφιζόμενος λαμβάνει σύμβολον χαλκοῦν μετὰ τὸν γ ʽἀποδιδοὺς γὰρ γ λαμβάνεἰ, ἵνα ψηφίζωνται πάντες· οὐ γὰρ ἔστι λαβεῖν σύμβολον οὐδενί, ἐὰν μὴ ψηφίζηται.