Ancient Greek
Section 68
Aristotle, Res Publica Atheniensium 68.4
Not analysed yet
ἐπειδὰν δὲ διαψηφίζεσθαι μέλλωσιν οἱ δικασταί, ὁ κήρυξ ἀγορεύει πρῶτον, ἂν ἐπισκήπτωνται οἱ ἀντίδικοι ταῖς μαρτυρίαις· οὐ γὰρ ἔστιν ἐπισκήψασθαι, ὅταν ἄρξωνται διαψηφίζεσθαι. ἔπειτα πάλιν ἀνακηρύττει "3ἡ τετρυπημένη τοῦ πρότερον λέγοντος, ἡ δὲ πλήρης τοῦ ὕστερον λέγοντος." 3 ὁ δὲ δικαστὴς λαβόμενος ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέζων τὸν αὐλίσκον τῆς ψήφου καὶ οὐ δεικνύων τοῖς ἀγωνιζομένοις οὔτε τὸ τετρυπημένον οὔτε τὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυρίαν εἰς τὸν χαλκοῦν ἀμφορέα, τὴν δὲ ἄκυρον εἰς τὸν ξύλινον.