Ancient Greek · ~1 min
Chapter 1
Aristotle, Μηχανικά 1.2
Not analysed yet
Ἡδὲ μείζων ἐν ἲσῳ χρόνῳ γράφει μείζονα κύκλον· ὁ γὰρ ἐκτὸς μείζων τοῦ ἐντός. Αἴτιον δὲ τούτων ὅτι φέρεται δύο φορὰς ἡ γράφουσα τὸν κύκλον. Ὄταν μὲν οὖν ἐν λόγῳ τινὶ φέρηται, ἐπ’ εὐθείας ἀνάγκη φέρεσθαι τὸ φερόμενον, καὶ γίνεται διάμετρος αὐτὴ τοῦ σχήματος ὃ ποιοῦσιναἱ ἐν τούτῳ τῷ λόγῳ συντεθεῖσαι γραμμαί.