Ancient Greek · ~3 min
20.1 to 20.2
Aristotle, Μηχανικά 20.1-2
Not analysed yet
Διὰ τί αἱ φάλαγγες τὰ κρέα ἔστάσιν ἀπὸ μικροῦ ἀρτήματος μεγάλα βάρη, τοῦ ὅλουἡμιζυγίου ὄντος; Οὗ μὲν γὰρ τὸ βάρος ἐντίθεται, κατήρτηται μόνον ἡ πλάστιγξ, ἐπὶ θάτερον δὲ ἡ φάλαγξ ἐστὶ μόνον. Ἢ ὅτι ἃμα συμβαίνει ζυγὸν καὶ μοχλὸν εἶναι τὴν φάλαγγα; Ζυγὸν μὲν γὰρ, ᾖ τῶν σπαρτίων ἕκαστον γίνεται τὸ κέντρον τῆς φάλαγγος. Τὸ μὲν οὖν ἐπὶ θάτερα ἔχει πλάστιγγα, τὸ δὲ ἐπὶ θάτερα ἀντὶ τῆς πλάστιγγος τὸ σφαίρωμα, ὃ τῷ ζυγῷ ἔγκεινται, ὥσπερ εἴ τις τὴν ἑτέραν πλάστιγγα καὶ τὸν σταθμὸν ἐπιθείη ἐπὶ τὸ ἄκρον τῆς πλάστιγγος· δῆλον γὰρ ὅτι ἕλκει τοσοῦτον βάρος ἐν τῆ ἑτέρᾳ κείμενον πλάστιγγι.