Ancient Greek · ~1 min
Chapter 118
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 118.1
Not analysed yet
δὲ τὴν Θρᾴκην τὴν ὑπέρ Ἀμφίπολιν φασὶ γίνεσθαί τι τερατῶδες καὶ ἄπιστον τοῖς μὴ τεθεαμένοις. Ἐξιόντες γὰρ οἱ παῖδες ἐκ τῶν κωμῶν καὶ τῶν ἐγγὺς χωρίων ἐπὶ θήραν τῶν ὀρνιθαρίων συνθηρεύειν παραλαμβάνουσι τούς ίέρακας, καὶ τοῦτο ποιοῦσιν οὕτως.