Ancient Greek · ~1 min
Chapter 128
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 128.1
Not analysed yet
Λέγεται δὲ καὶ ἐν Ιλλυριοῖς τίκτειν τὰ βοσκήματα δὶς τοῦ ἐνιαυτοῦ, καὶ τὰ πλεῖστα διδυμοτοκεῖν, καὶ πολλὰ τρεῖς ἢ τέσσαρας ἐρίφους τίκτειν, ἕνια δὲ καὶ πέντε καὶ πλείους, ἔτι δὲ γάλακτος ἀφιέναι ῥᾳδίως τρία ἡμίχοα. Λέγουσι δὲ καὶ τὰς ἀλεκτορίδας οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἅπαξ τίκτειν, ἀλλὰ δὶς ἢ τρὶς τῆς ἡμέρας.