Ancient Greek · ~1 min
Chapter 155
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 155.1
Not analysed yet
Λέγεται τὸν ἀγαλματοποιὸν Φεδίαν κατασκευάζοντα τὴν ἐν ἀκροπόλει Ἀθηνᾶν ἐν μεσότητι ταύτης τῆς ἀσπίδος τὸ ἑαυτοῦ πρόσωπον ἐντυπώσασθαι, καὶ συνδῆσαι τῷ ἀγάλματι διά τινος ἀφανοῦς δημιουργίας, ὥστ’ ἐξ ἀνάγκης, εἴ τις βούλοιτο αὐτὸ περιαιρεῖν, τὸ σύμπαν ἄγαλμα λύειν τε καὶ σνγχεῖν.