Ancient Greek · ~1 min
Chapter 168
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 168.1
Not analysed yet
Ῥῆνος καὶ Ἰστρος οἱ ποταμοὶ ὑπ’ ἄρκτον ῥέουσιν, ὁ μὲν Γερμανοὺς ὁ δὲ Παίονας παραμείβων· καὶ θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ κρύους ἐν πεδίου σχήματι καθιππεύονται.