Ancient Greek · ~1 min
Chapter 178
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 178.1
Not analysed yet
Δημάρατον Τιμαίου τοῦ Λοκροῦ ἀκουστὴν νοσήσαντα ἄφωνόν φασιν ἐπὶ δέκα γενέσθαι ἡμέρας· ἐν δὲ τῇ ἑνδεκάτῃ ἀνανήψας βραδέως ἐκ τῆς παρακοπῆς ἔφησεν ἐκεῖνον τὸν χρόνον ἥδιστα αὑτῷ βεβιῶσθαι.