Ancient Greek · ~1 min
Chapter 2
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 2.1
Not analysed yet
Τοὺς ἐν Ἀραβίᾳ φασὶ καμήλους μὴ ἀναβαίνειν ἐπὶ τὰς μητέρας, ἀλλὰ κἂν βιάσηταί τις, οὐ θέλουσι. Καὶ γάρ ποτε λέγεται, ἐπεὶ οὐκ ἦν ὀχεῖον, τὸν ἐπιμελητὴν καλύψαντα ἐφεῖναι τὸν πῶλον. Ὡς δ’ ὀχεύοντος ἐπέβη, τότε μέν, ὡς ἔοικε, συνετέλεσε, μικρῷ δ᾽ ὕστερον δάκνων τὸν καμηλίτην ἀπέκτεινεν.