Ancient Greek · ~1 min
Chapter 33
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 33.1
Not analysed yet
Ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκρα ἔχον, ἐξ οὖ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. Καὶ ἐν Βιθυνίᾳ δὲ τῆς Θρᾴκης ἐν τοῖς μετάλλοις γίνεται ὁ καλούμενος σπίνος, ἐξ οὗ φασὶ πῦρ ἀνάπτεσθαι.