Ancient Greek · ~1 min
Chapter 38
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 38.1
Not analysed yet
Τὸ δ᾽ ἐν τῇ Λιπάρᾳ ποτὲ καὶ ἔκλιπεῖν φησὶ Ξενοφάνης ἐπ᾽ ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδόμῳ ἐπανελθεῖν. Τὸν δ᾽ ἐν τῇ Αἴτνῃ ῥύακα οὔτε φλογώδη φασὶν οὔτε συνεχῆ, ἀλλὰ διὰ πολλῶν ἐτῶν γίνεσθαι.