Ancient Greek
Chapter 41
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 41.1
Not analysed yet
Φασὶ δὲ τὸν ἐν τῇ Θρᾴκῃ λίθον τὸν καλούμενον σπίνον διακοπέντα καίεσθαι, καὶ συντεθέντα πρὸς ἑαυτόν, ὥσπερ τὴν σμαρίλην, οὕτως κἀκεῖνον εἰς ἑαυτὸν τεθέντα καὶ ἐπιρραινόμενον ὕδατι καίεσθαι. Τὸ δ᾽ αὐτὸ ποιεῖν καὶ τὸν μαριέα.