Ancient Greek · ~1 min
Chapter 5
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 5.1
Not analysed yet
Φασί τινας ἐν Ἀχαΐᾳ τῶν ἐλάφων, ὅταν ἀποβάλωσι τὰ κέρατα, εἰς τοιούτους τόπους ἔρχεσθαι ὥστε μὴ ῥᾳδίως εὑρεθῆναι. Τοῦτο δὲ ποιεῖν διὰ τὸ μὴ ἔχειν ᾧ ἀμυνοῦνται, καὶ διὰ τὸ πονεῖν τοὺς τόπους ὅθεν τὰ κέρατα ἀπέβαλον. Πολλαῖς δὲ καὶ κισσὸν ἐπιπεφυκότα ἐν τῷ τῶν κεράτων τόπῳ ὁρᾶσθαι.