Ancient Greek · ~1 min
Chapter 56
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 56.1
Not analysed yet
Καὶ διότι ἐπὶ τῆς ὁδοῦ τῆς εἰς Συρακούσας κρήνη ἐστὶν ἐν λειμῶνι οὔτε μεγάλη οὔτε ὕδωρ ἕχουσα πολύ. συναπαντήσαντος δὲ εἰς τὸν τόπον ὄχλου πολλοῦ παρέσχεν ὕδωρ ἄφθονον.