Ancient Greek
Chapter 80
Aristotle, Περὶ θαυμασίων ἀκουσμάτων 80.1
Not analysed yet
Παρὰ τοῖς Ὀμβρικοῖς φασὶ τὰ βοσκήματα τίκτειν τρὶς τοῦ ἐνιαυτοῦ, καὶ τοὺς καρποὺς αὐτοῖς τὴν γῆν πολλαπλασίους ἀνίεσθαι τῶν καταβαλλομένων· εἶναι δὲ καὶ τὰς γυναῖκας πολυγόνους καὶ σπανίως ἓν τίκτειν, τὰς δὲ πλείστας δύο καὶ τρία.