Ancient Greek · ~2 min
Book 2, Section 1
Aristotle, Οἰκονομικά 2.1.6
Not analysed yet
τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν. αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι. αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου. χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.