Ancient Greek · ~3 min
2.2.1 to 2.2.2
Aristotle, Οἰκονομικά 2.2.1-2
Not analysed yet
Κύψελος ὁ Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι. ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρʼ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι. περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι. Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλʼ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο. τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστʼ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.