Ancient Greek · ~4 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.15
Not analysed yet
Ἀριστοτέλης Ῥόδιος ἄρχων Φωκαίας, ἀπορῶν χρημάτων, ὁρῶν στάσεις οὔσας δύο τῶν Φωκαίων, λόγους ἐποιήσατο πρὸς τὴν ἑτέραν στάσιν ἐν ἀπορρήτοις, φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφʼ ᾧ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι. ἀκούσαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορίσαντες ὅσα ἐκέλευσεν ἔδωκαν. ὁ δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν ἃ εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων· οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν. λαβὼν δὲ παρʼ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους. τοῖς τε πολίταις κατιδὼν οὔσας δίκας πολλὰς, καὶ μεγάλας ἐκ πολλοῦ χρόνου ἀδικίας τουτοῖς διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνῷ ὃν ἐθηκε, μηκέτι εἶναι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις. τότε δὴ παραβόλιον πολλῶν δικῶν καὶ τὰς ἐκκλήτους μετʼ ἐπιτιμίων ἐφʼ αὑτὸν ποιούμενος καὶ παρʼ ἑκατέρων ἀργύριον διʼ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα.