Ancient Greek · ~1 min
Book 2, Section 2
Aristotle, Οἰκονομικά 2.2.26
Not analysed yet
Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον. ἐκέλευσε τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων· τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος. καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο, καὶ εὐπόρησε χρημάτων.