Ancient Greek
Chapter 1
Aristotle, Φυσιογνωμονικά 1.10
Not analysed yet
Εἰ δέ τις τὰ ἴδια ἑκάστου τῶν θηρίων ἐκλέξειεν, οὐκ ἂν ἔχοι ἀποδοῦναι οὗ ἐστὶ ταῦτα σημεῖα. Εἰκὸς γὰρ τοῦ ἰδίου, ἴδιον δὲ οὐδενὸς οὐδὲν τῶν ζῴων τῶν φυσιογνωμονουμένων ἔνγε τῇ διανοίᾳ ἔχοι ἄν τις λαβεῖν· οὔτε γὰρ ἀνδρεῖον μόνον ὁ λέων ἐστίν, ἀλλὰ καὶ ἄλλα πολλά, οὔτε δειλὸν ὁ λαγωός, ἀλλὰ καὶ ἄλλα μυρία.