Ancient Greek · ~2 min
Chapter 1
Aristotle, Φυσιογνωμονικά 1.5
Not analysed yet
Οἱ δ' ἐπὶ τούτοις σῶμά τι, εἶτα τὸν ὅμοιον τῷ σώματι σῶμα ἔχοντα καὶ τὴν ψυχὴν ὁμοίαν ὑπελάμβανον. Ἅλλοι δέ τινες τοῦτο μὲν ἐποίουν, οὐκ ἐξ ἀπάντων δὲ τῶν ζῴων ἐδοκίμαζον, ἀλλ’ ἐξ αὐτοῦ τοῦ τῶν ἀνθρώπωνγένους, διελόμενοι κατὰ τὰ ἔθνη, ὅσα διέφερε τὰς ὄψεις καὶ τὰ ἤθη, οἶον Αἰγύπτιοι καὶ Θρᾷκες καὶ Σκύθαι, ὁμοίως τὴν ἐκλογὴν τῶν σημείων ἐποιοῦντο.