Ancient Greek · ~2 min
Chapter 2
Aristotle, Φυσιογνωμονικά 2.1
Not analysed yet
Δεῖ δὴ οὖν ὁρίσαι περὶ ποῖα ἄττα ἐστὶν ἡ φυσιογνωμονία, ἐπειδὴ οὐ περὶ πάντα, καὶ ἐκ τίνων ἕκαστα σημεῖα λαμβάνεται, ἔπειτ’ ἐφεξῆς καθ’ ἓν ἕκαστον περὶ τῶν ἐπιφανεστέρων δηλῶσαι. Ἡ μὲν οὖν φυσιογνωμονία ἐστί, καθάπερ καὶ τοὔνομα αὐτῆς λέγει, περὶ τὰ φυσικὰ παθήματα τῶν ἐν τῇ διανοίᾳ, καὶ τῶν ἐπικτήτων ὅσα παραγινόμενα μεθίστησι τῶν σημείων τῶν φυσιογνωμονουμένων. Ὁποῖα δὲ ταῦτά ἐστιν, ὕστερονδηλωθήσεται.