Ancient Greek · ~2 min
Chapter 3
Aristotle, Φυσιογνωμονικά 3.1
Not analysed yet
Ἀνδρείου σημεῖα τρίχωμα σκληρόν, τὸ σχῆμα τοῦ σώματος ὀρθόν, ὀστᾶ καὶ πλευραὶ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρὰ καὶ μεγάλα, καὶ κοιλία πλατεῖα καὶ προσεσταλμένη· ὠμοπλάται πλατεῖαι καὶ διεστηκυῖαι, οὔτε λίαν συνδεδεμέναι οὔτε παντάπασιν ἀπολελυμέναι· τράχηλος ἐρρωμένος, οὐ σφόδρα σαρκώδης· τὸ στῆθος σαρκῶδές τε καὶ πλατύ, ἰσχίον προσεσταλμένον, γαστροκνημίαι κάτω προσεσπασμέναι· ὄμμα χαροπόν, οὔτε λίαν ἀνεπτυγμένον οὔτε παντάπασι συμμύον· αύχμηρότερον τὸ χρῶμα τὸ ἐπὶ τοῦ σώματος· ὀξὺ μέτωπον, εὐθύ, οὐ μέγα, ἰσχνόν, οὔτε λεῖον οὔτε παντάπασι ῥυτιδῶδες.