Ancient Greek · ~2 min
Chapter 6
Aristotle, Φυσιογνωμονικά 6.39
Not analysed yet
Οἱ δασείας ἔχοντες τὰς κνήμας λάγνοι· ἀναφέρεται ἐπὶ τοὺς τράγους. Οἱ δὲ περὶ τὰ στήθη καὶτὴν κοιλίαν ἄγαν δασέως ἔχοντες οὐδέποτε πρὸς τοῖς αὐτοῖς διατελοῦσιν· ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας, ὅτι ταῦτα τὰ στήθη καὶ τὴν κοιλίαν δασυτάτην ἔχουσιν. Οἱ τὰ στήθη ψιλὰ ἄγαν ἔχοντες ἀναιδεῖς· ἀναφέρεται ἐπὶ τὰς γυναῖκας. Ἐπειδὴ οὖν οὔτε ἄγαν δασέα δεῖ εἶναι οὔτε ψιλά, ἡ μέση ἕξις κρατίστη.