Ancient Greek · ~2 min
Chapter 6
Aristotle, Φυσιογνωμονικά 6.60
Not analysed yet
Ἐν ἁπάσῃ δὲ τῇ τῶν σημείων ἐκλογῇ ἕτερα ἑτέρων σημεῖα μᾶλλον δηλοῦσιν ἐναργῶς τὸ ὑποκείμενον. Ἐναργέστερα δὲ τὰ ἐν ἐπικαιροτάτοις τόποις ἐγγινόμενα. Ἐπικαιρότατος δὲ τόπος ὁ περὶ τὰ ὄμματά τε καὶ τὸ μέτωπον καὶ κεφαλὴν καὶ πρόσωπον, δεύτερος δὲ ὁ περὶ τὰ στήθη καὶ ὤμους, ἔπειτα περὶ τὰ σκέλη τε καὶ πόδας· τὰ δὲ περὶ τὴν κοιλίαν ἥκιστα. Ὅλως δὲ εἰπεῖν οὗτοι οἱ τόποι ἐναργέστατα σημεα παρέχονται, ἐφ’ ὦν καὶ φρονήσεως πλείστης ἐπιπρέπεια γίνεται.