Ancient Greek · ~1 min
20.1 to 20.2
Aristotle, Περὶ ποιητικῆς 20.1-2
Not analysed yet
Τῆς δὲ λέξεως ἁπάσης τάδ᾿ ἐστὶ τὰ μέρη, στοιχεῖον, συλλαβή, σύνδεσμος, ὄνομα, ῥῆμα, ἄρθρον, πτῶσις, λόγος. Στοιχεῖον μὲν οὖν ἐστὶ φωνὴ ἀδιαίρετος, οὐ πᾶσα δέ, ἀλλ᾿ ἐξ ἧς πέφυκε συνετὴ γίνεσθαι φωνή· καὶ γὰρ τῶν θηρίων εἰσὶν ἀδιαίρετοι φωναί, ὦν οὐδεμίαν λέγω στοιχεῖον.