Ancient Greek · ~3 min
Chapter 22
Aristotle, Περὶ ποιητικῆς 22.13
Not analysed yet
Καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ᾿ εὐτελές. Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε φαγέδαινα ἥ μου σάρκας ἐσθίει ποδός, ὁ δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν. Καὶ νῦν δέ μ᾿ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς, εἴ τις λέγοι τὰ κύρια μετατιθείς νῦν δέ μ᾿ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής. Καὶ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν. Δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν. Καὶ τὸ ἠϊόνες βοόωσιν ἠϊόνες κράζουσιν.