Ancient Greek · ~2 min
25.13 to 25.15
Aristotle, Περὶ ποιητικῆς 25.13-15
Not analysed yet
Ἴσως γὰρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ᾿ ἀληθῆ, ἀλλ᾿ ἔτυχεν ὥσπερ Ξενοφάνης· ἀλλ᾿ οὔ φασι τάδε. Ἴσως δὲ οὐ βέλτιον μέν, ἀλλ᾿ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων, ἔγχεα δέ σφιν ὄρθ᾿ ἐπὶ σαυρωτῆρος· οὕτω γὰρ τότ᾿ ἐνόμιζον, ὥσπερ καὶ νῦν Ἰλλυριοί. Περὶ δὲ τοῦ καλῶς ἢ μὴ καλῶς ἢ εἴρηταί τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον ἢ εἰρημένον βλέποντα, εἰ σπουδαῖον ἢ φαῦλον, ἀλλὰ καὶ εἰς τὸν πράττοντα ἢ λέγοντα πρὸς ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον ἢ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.