# ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 13-9

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΞΕΙ ΘΕΩΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-17/13-9

Διὰ τί τῆς σκιᾶς τὸ ἄκρον τοῦ ἡλίου τρέμειν φαίνεται; οὐ γὰρ δὴ διὰ τὸ φέρεσθαι τὸν ἥλιον· ἀδύνατον γὰρ κινεῖσθαι εἰς τἀναντία, ὁ δὲ τρόμος τοιοῦτος. ἔτι δὲ ἄδηλος ἡ μετάβασις, ὥσπερ καὶ τοῦ ἡλίου αὐτοῦ. ἢ διὰ τὸ κινεῖσθαι τὰ ἐν τῷ ἀέρι; καλεῖται δὲ ξύσματα. φανερὰ δὲ ἔσται ἐν ταῖς ἀκτῖσι ταῖς διὰ τῶν θυρίδων· ταῦτα γὰρ κινεῖται κἀν νηνεμίᾳ. ἔκ τε οὖν τῆς σκιᾶς εἰς τὸ φῶς ἔκ τε τοῦ φωτὸς εἰς τὴν σκιὰν φερομένων ἀεί, καὶ ὁ ὅρος ὁ κοινὸς τοῦ φωτὸς καὶ τῆς σκιᾶς φαίνεται κινούμενος παρεγγύς. ᾗ γὰρ οἷον σκιὰν ποιοῦσιν, ᾗ δὲ φῶς, ἑκατέρωθεν μεταβάλλονται ταῦτα. ὥστε ἡ σκιὰ φαίνεται κινεῖσθαι, οὐ κινουμένη αὐτὴ οὕτως, ἀλλ’ ἐκεῖναι.

---

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ed. Charles Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg036.local001/.
