# ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 22-7

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-17/22-7

Διὰ τί τὸ κρόμμυον μόνον οὕτως περιττῶς δάκνει τὼ ὀφθαλμώ (διὸ καὶ τοὔνομά φασι τοῦτ’ ἔχειν αὐτό, ὡς τὴν κόρην ποιεῖν συμμύειν), ἡ δὲ ὀρίγανος οὔ, οὐδ’ ἄλλα δριμέα ὄντα; καὶ γὰρ τὸ ἀνάρρινον μᾶλλον δάκνον οὐ ποιεῖ ὁμοίως δακρύειν προσφερόμενον, τὸ δὲ 〈κρόμμυον〉 προσφερόμενον καὶ τρωγόμενον. ἢ ὅτι διαφοραὶ πολλαὶ ἀκολουθοῦσιν ἑκάστοις τῶν δριμέων, ἃ ποιεῖ τὴν ἰδίαν ἑκάστου δύναμιν; τὸ μὲν οὖν ἀνάρρινον διὰ τὸ θερμότερον εἶναι ξηραντικώτερόν ἐστι τῆς γινομένης ὑπ’ αὐτοῦ συντήξεως, ἐπεὶ ποιεῖ γε δάκρυον ἐσθίοντι· προσφερόμενον δὲ οὔ, ὅτι οὐκ ἀπατμίζει ἀπ’ αὐτοῦ λεπτόν τι· ξηρότερον γάρ ἐστι καὶ θερμότερον. ἡ δὲ ὀρίγανος καὶ τὰ τοιαῦτα θερμὰ ξηρά ἐστιν ἠρέμα· δεῖ δὲ τὸ μέλλον δάκρυον ποιήσειν δηκτικὸν καὶ ὑγρὸν εἶναι καὶ γλίσχρον. διὸ καὶ τὸ ἔλαιον ποιεῖ δακρύειν, ἀσθενῆ ἔχον δῆξιν· διὰ γλισχρότητα γὰρ καὶ λεπτότητα παραδῦνον ποιεῖ τὸν πόνον, καὶ τὴν σύντηξιν διὰ τὸν πόνον. τὸ δὲ κρόμμυον τοιαύτην ἔχει τὴν δύναμιν ὥστε καὶ τὸ ὑγρὸν καὶ τὴν ἀτμίδα αὐτοῦ θερμὴν καὶ λεπτὴν καὶ γλίσχραν εἶναι. ὥστε προσφερόμενον μέν, διὰ τὸ τὴν ἀτμίδα τοιαύτην εἶναι καὶ συναφιέναι ὑγρότητα λεπτήν, ποιεῖ δακρύειν, ἐσθιομένου δὲ ἡ ἀναθυμίασις διιοῦσα...τὸ δὲ σκόροδον θερμὸν μὲν καὶ δριμύ ἐστι καὶ ὑγρότητα ἔχει, ἀλλ’ οὐ γλίσχρον· διὸ οὐ ποιεῖ δακρύειν.

---

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ed. Charles Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg036.local001/.
