# ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-21

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-17/4-21

Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδότες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες; ἢ ὅτι τὸ εἰδέναι πόση, ἐστὶν εἰδέναι ἀριθμόν; τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου. ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε ἐστί, πεπερασμένην αὐτὴν ἀνάγκη εἶναι, οὕτως εἰ μὴ οἶδε πόση τίς ἐστιν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται αὕτη εἶναι ἄπειρος, ἐπεὶ τὸ ποσὸν ὡρισμένον ἐστὶ καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον δόξει εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἂν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.

---

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ed. Charles Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg036.local001/.
