# ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 52-2

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-17/52-2

Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπιθυμία τοῦ καλοῦ. ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι. νῦν δὲ μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν † καὶ τὸ ἡδύ. οὐδὲ πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ. διότι μὲν οὖν ἕκαστον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδισιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκ ἔστιν ἀληθές. ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ οἰόμεθα καλόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες. καίτοι καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον ὁρῶσι τὸ πόμα. τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ καθ’ αὑτὸ οὐκέτι οὕτως. σημεῖον δὲ τούτου· δοκοῦσι γὰρ ἡμῖν καὶ ἄνδρες καλοὶ εἶναι, πρὸς τὴν συνουσίαν βλέψασιν. ἆρ’ οὖν οὕτως ὥστε καὶ ἡσθῆναι ὁρῶσι μᾶλλον τῶν εἰς συνουσίαν; οὐδέν γε κωλύει, εἰ μὴ ἐπιθυμοῦντες τύχοιμεν. οὕτω δὲ πόμα κάλλιον· εἰ γὰρ διψῶντες τύχοιμεν, ἥδιον ὀψόμεθα.

---

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ed. Charles Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg036.local001/.
