# ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 8-22

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-17/8-22

Διὰ τί μέχρι ὑγιείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίναι γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρότερος ἤ τι τοιοῦτον. ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ. δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων. ὡς γὰρ ἦλθεν, ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου ἐστίν. ἀεὶ γὰρ βέλτιον. ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴπερ ἡ αὐτὴ ἐπιστήμη. οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος. ἐξ ἑκατέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου.

---

Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης, ed. Charles Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg036.local001/.
