Ancient Greek
1.10.5 to 1.10.6
Aristotle, Ῥητορική 1.10.5-6
Not analysed yet
ἀλλὰ περὶ μὲν τούτων δῆλον, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς εἰρημένων, τὰ δʼ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων· λοιπὸν δʼ εἰπεῖν τίνος ἕνεκα καὶ πῶς ἔχοντες ἀδικοῦσι καὶ τίνας. πρῶτον μὲν οὖν διελώμεθα τίνων ὀρεγόμενοι καὶ ποῖα φεύγοντες ἐγχειροῦσιν ἀδικεῖν· δῆλον γὰρ ὡς τῷ μὲν κατηγοροῦντι πόσα καὶ ποῖα τούτων ὑπάρχει τῷ ἀντιδίκῳ σκεπτέον, ὧν ἐφιέμενοι πάντες τοὺς πλησίον ἀδικοῦσι, τῷ δὲ ἀπολογουμένῳ ποῖα καὶ πόσα τούτων οὐχ ὑπάρχει.