Ancient Greek
Book 1, Chapter 11
Aristotle, Ῥητορική 1.11.15
Not analysed yet
ἐπεὶ δὲ τὸ νικᾶν ἡδύ, ἀνάγκη καὶ τὰς παιδιὰς ἡδείας εἶναι τὰς μαχητικὰς καὶ τὰς ἐριστικάς (πολλάκις γὰρ ἐν ταύταισγίγνεται τὸ νικᾶν), καὶ ἀστραγαλίσεις καὶ σφαιρίσεις καὶ κυβείας καὶ πεττείας. καὶ περὶ τὰς ἐσπουδασμένας δὲ παιδιὰς ὁμοίως· αἱ μὲν γὰρ ἡδεῖαι γίγνονται ἄν τις ᾖ συνήθης, αἱ δʼ εὐθὺς ἡδεῖαι, οἷον κυνηγία καὶ πᾶσα θηρευτική· ὅπου γὰρ ἅμιλλα, ἐνταῦθα καὶ νίκη ἔστιν· διὸ καὶ ἡ δικανικὴ καὶ ἡ ἐριστικὴ ἡδέα τοῖς εἰθισμένοις καὶ δυναμένοις.