Ancient Greek · ~2 min
Book 1, Chapter 11
Aristotle, Ῥητορική 1.11.9
Not analysed yet
τούτου δʼ αἴτιον ὅτι ἡδὺ καὶ τὸ μὴ ἔχειν κακόν· τὰ δʼ ἐν ἐλπίδι ὅσα παρόντα ἢ εὐφραίνειν ἢ ὠφελεῖν φαίνεται μεγάλα, καὶ ἄνευ λύπης ὠφελεῖν. ὅλως δὲ ὅσα παρόντα εὐφραίνει, καὶ ἐλπίζοντας καὶ μεμνημένους ὡς ἐπὶ τὸ πολύ· διὸ καὶ τὸ ὀργίζεσθαι ἡδύ, ὥσπερ καὶ Ὅμηρος ἐποίησε περὶ τοῦ θυμοῦ ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Hom. Il. 18. 109 (οὐθεὶς γὰρ ὀργίζεται τῷ ἀδυνάτῳ φαινομένῳ τιμωρίας τυχεῖν, τοῖς δὲ πολὺ ὑπὲρ αὑτοὺς τῇ δυνάμει ἢ οὐκ ὀργίζονται ἢ ἧττον)·